Ancient Greek · ~2 min
Section 11
Isaeus, Πρὸς Ξεναίνετον περὶ τοῦ Ἀριστάρχου κλήρου 11
Not analysed yet
Νόμοι οὐ τοίνυν, ὦ ἄνδρες, οὐδὲ Κυρωνίδην οἷόν τε ἦν ὑὸν Ἀριστάρχῳ εἰσποιῆσαι, ἀλλʼ αὐτῷ μὲν ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον ἐξῆν, ὑὸν ἐγκαταλιπόντα ἐν τῷ Θεναινέτου οἴκῳ, ἐξ αὑτοῦ δὲ ἀντεισαγαγεῖν οὐκ ἔστι νόμος· ἢ ἐὰν φῶσι, ψεύσονται. ὥστε οὐδʼ ἂν φάσκωσιν ὑπʼ ἐκείνου 〈εἰς〉ποιηθῆναι, νόμον ἕξουσι δεῖξαι καθʼ ὃν ἐξῆν αὐτῷ ταῦτα πρᾶξαι, ἀλλʼ ἐξ ὧν αὐτοὶ λέγουσιν ἔτι φανερώτερον ὑμῖν γενήσεται τοῦτο, ὅτι παρανόμως καὶ ἀσελγῶς ἔχουσι τὰ τῆς μητρὸς χρήματα.