Ancient Greek · ~2 min
Section 16
Isaeus, Πρὸς Ξεναίνετον περὶ τοῦ Ἀριστάρχου κλήρου 16
Not analysed yet
ἐγὼ δʼ, ὦ ἄνδρες, ὅτι οὐκ ἀληθῆ λέγουσι, μεγάλοις ὑμᾶς τεκμηρίοις διδάξω. εἰ γὰρ ἦν, ὡς οὗτοι λέγουσιν, ὑπόχρεως οὗτος ὁ κλῆρος, οὔτʼ ἂν χρήματα οὗτοι ὑπὲρ αὐτῶν ἐξέτινον (οὐ γὰρ προσῆκεν αὐτοῖς, ἀλλʼ οἷς ἐγένετο ἡ ἐμὴ μήτηρ ἐπίδικος, τούτοις ἀναγκαῖον ἦν ὑπὲρ αὐτῶν βουλεύσασθαι), οὔτε ἂν εἰσεποίουν εἰς τοῦτον τὸν κλῆρον ὑὸν Ἀριστάρχῳ, μέλλοντες ὠφεληθήσεσθαι μὲν μηδέν, ζημιωθήσεσθαι δὲ μεγάλα.