Ancient Greek · ~1 min
Section 20
Isaeus, Πρὸς Ξεναίνετον περὶ τοῦ Ἀριστάρχου κλήρου 20
Not analysed yet
καὶ τοῦ μὲν τὸν πατέρα μὴ ἐπεξελθεῖν ὑπὲρ τούτων τοῦτό ἐστι τὸ αἴτιον· μετὰ δὲ ταῦτα ὁ Κορινθιακὸς πόλεμος ἐγένετο, ἐν ᾧ ἐγὼ κἀκεῖνος στρατεύεσθαι ἠναγκαζόμεθα, ὥστε οὐδετέρῳ ἂν ἡμῶν δίκην ἐξεγένετο λαβεῖν. εἰρήνης τʼ αὖ γενομένης ἐμοί τι ἀτύχημα πρὸς τὸ δημόσιον συνέβη, ὥστε μὴ ῥᾴδιον εἶναι πρὸς τούτους διαφέρεσθαι. ὥστε οὐ μικρὰς ἔχομεν αἰτίας περὶ τοῦ πράγματος.