Ancient Greek · ~2 min
Section 9
Isaeus, Πρὸς Ξεναίνετον περὶ τοῦ Ἀριστάρχου κλήρου 9
Not analysed yet
οἶμαι τοίνυν πάντας ὑμᾶς εἰδέναι, ὦ ἄνδρες, ὅτι κατὰ διαθήκας αἱ εἰσαγωγαὶ τῶν εἰσποιήτων γίγνονται, διδόντων τὰ ἑαυτῶν καὶ ὑεῖς ποιουμένων, ἄλλως δὲ οὐκ ἔξεστιν. εἴτε οὖν Ἀρίσταρχον φήσει τις αὐτὸν διαθέσθαι, οὐκ ἀληθῆ λέξει· γνησίου γὰρ ὄντος αὐτῷ Δημοχάρους ὑέος οὔτʼ ἂν ἐβούλετο ταῦτα [δια]πρᾶξαι, οὔτε ἐξῆν δοῦναι τὰ ἑαυτοῦ ἑτέρῳ· εἴτε Ἀριστάρχου τελευτήσαντος Δημοχάρην αὐτὸν ποιήσασθαι, καὶ ταῦτα ψεύσονται.