Ancient Greek · ~1 min
Section 0
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 0
Not analysed yet
Ὑπόθεσις Ἀστύφιλος καὶ ὁ λέγων τὸν λόγον ἀδελφοὶ ὁμομήτριοι· τελευτήσαντος δὲ τοῦ Ἀστυφίλου διαθήκας προήνεγκε Κλέων τις, ἀνεψιὸς ὢν αὐτοῦ, φάσκων αὐτὰς γενέσθαι εἰς τὸν υἱὸν ἑαυτοῦ. ὁ δὲ ἀδελφὸς τοῦ Ἀστυφίλου κατηγορεῖ τῶν διαθηκῶν ὡς πλαστῶν. ἡ στάσις στοχασμός.