Ancient Greek · ~2 min
Section 11
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 11
Not analysed yet
καὶ ἐχρῆν δʼ, ὦ ἄνδρες, καὶ αὐτὸν Κλέωνα, μὴ δοκοῦντα εἶναι ἠλίθιον, ὅτε τὸν ὑὸν τὸν τούτου ἐποιεῖτο Ἀστύφιλος καὶ τὰς διαθήκας κατέλειπε, παρακαλέσαι εἴ τέ τινα συγγενῆ ἐπιδημοῦντα ἐγίγνωσκε, καὶ τοὺς ἄλλους, ὅτῳ περ ἔμβραχυ ᾔδει Ἀστύφιλον χρώμενον. κωλῦσαι μὲν γὰρ οὐδεὶς ἂν αὐτὸν ἐδύνατο, ὅτῳ ἐβούλετο, δοῦναι τὰ ἑαυτοῦ· τούτῳ δʼ ἂν μεγάλη μαρτυρία ἦν, ὅτι οὐ λάθρᾳ ταῦτα διέθετο.