Ancient Greek · ~1 min
Section 13
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 13
Not analysed yet
οὐ γὰρ 〈ἂν〉 ἡγοῦμαι ἔγωγε οὐδένα, ὑὸν ἑαυτῷ ποιούμενον, τολμῆσαι ἄλλους τινὰς παρακαλέσαι ἢ τούτους, οἷς περ καὶ ἱερῶν καὶ ὁσίων κοινωνὸν ἀνθʼ αὑτοῦ εἰς τὸν ἔπειτα χρόνον ἔμελλε καταλιπεῖν. ἀλλὰ μὴν οὐδʼ αἰσχυνθῆναι οὐδενὶ προσήκει ἐπὶ τοιαύταις διαθήκαις ὡς πλείστους μάρτυρας παρίστασθαι, νόμου γε ὄντος ἐξεῖναι ὅτῳ βούλοιτο δοῦναι τὰ ἑαυτοῦ.