Ancient Greek
Section 15
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 15
Not analysed yet
τῷ οὖν ἂν ὑμῶν φανείη πιστόν, πρότερον ἄλλας στρατείας τοῦ Ἀστυφίλου στρατευομένου καὶ εὖ εἰδότος ὅτι ἐν ἁπάσαις μέλλοι κινδυνεύειν, οὕτως ἀκριβῶς τὰ παρὰ τῆς τύχης συμβῆναι, ὥστʼ ἐν μὲν τῷ πρόσθεν χρόνῳ μηδὲ περὶ ἑνὸς αὐτὸν τῶν αὑτοῦ διαθέσθαι, ὅτε δὲ τὸ τελευταῖον ἔμελλε στρατεύεσθαι, ἐθελοντήν τε ἐκπλέοντα καὶ μάλιστα ἐκ ταύτης τῆς στρατείας ἐλπίζοντα σωθήσεσθαι (πῶς τοῦτον πιστὸν ἤδη ;) τὰς διαθήκας τότε καταλιπεῖν καὶ ἐκπλεύσαντα τελευτῆσαι;