Ancient Greek · ~2 min
Section 26
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 26
Not analysed yet
Μάρτυρες τί οὖν χρή, ὦ ἄνδρες, ὄνομα θέσθαι τούτῳ τῷ ἀνδρί, ὅστις ἐθέλει οὕτω ῥᾳδίως διὰ τὸ ἑαυτοῦ κέρδος τῶν τεθνεώτων τινὸς καταψεύδεσθαι; ὡς δὲ οὐδὲ Κλέωνι προῖκα τὰς διαθήκας ἀποφαίνει, ἀλλὰ μισθὸν εἴληφεν, αὕτη ὑμῖν ἡ μαρτυρία οὐ μικρὸν τεκμήριον ἔσται. τοιαῦτα μέντοι κοινῇ ἐπʼ ἐμοὶ τεχνάζουσιν· ἡγεῖται γὰρ αὐτῶν ἑκάτερος εὕρημα ἔχειν ὅ τι ἂν τῶν Ἀστυφίλου λάβῃ.