Ancient Greek · ~1 min
Section 36
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 36
Not analysed yet
ἅπαντες οὖν, ὦ ἄνδρες, μετʼ ἐμοῦ γένεσθε· ὡς ἐάν τι ἄλλο ψηφίσησθε Κλέωνι πειθόμενοι, σκέψασθε ὁπόσων αἴτιοι γενήσεσθε. πρῶτον μὲν τοὺς ἐχθίστους Ἀστυφίλου ἐπί τε τὰ μνήματα ἰέναι καὶ ἐπὶ τὰ ἱερὰ 〈τὰ〉 ἐκείνου ποιήσετε· ἔπειτα τὰς Εὐθυκράτους ἐπισκήψεις, τοῦ πατρὸς τοῦ Ἀστυφίλου, ἀκύρους ποιήσετε, ἃς αὐτὸς πρότερον ἀπέθανεν ἢ παραβῆναι· ἔπειτα τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε·