Ancient Greek · ~1 min
Section 9
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 9
Not analysed yet
ὁ τοίνυν Ἀστύφιλος οὐδὲν φαίνεται τοιοῦτον ποιήσας, οὐδὲ παραστησάμενος οὐδένα τούτων ὅτε διέθετο ἃ οὗτοί φασιν, εἰ μή τις ἄρα ὑπὸ τούτων πέπεισται ὁμολογεῖν παρεῖναι. αὐτὸς δʼ ὑμῖν πάντας τούτους μαρτυροῦντας παρέξομαι.