Ancient Greek · ~1 min
Section 25
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 25
Not analysed yet
Μάρτυρες οὐ τοίνυν ἐκεῖνος μόνος, ἀλλʼ οὐδὲ ὁ νῦν ἀμφισβητῶν τοῦ κλήρου τοιοῦτον εἶπεν οὐδέν, ἀλλʼ ὑπὸ τούτου παρασκευασθεὶς ἀμφισβητεῖ. κἀκείνου τὸ μὲν παρʼ ἐμοῦ κομισθὲν ἀργύριον οὐκ ἐθελήσαντος ἀπολαβεῖν, παρὰ τούτου δʼ ἀπειληφέναι τῇ ὑστεραίᾳ φάσκοντος, οὐκ ἐκωλυόμην συνθάπτειν ἀλλὰ πάντα συνεποίουν· οὐχ ὅπως τοῦδε ἀναλίσκοντος οὐδὲ Διοκλέους, ἀλλʼ ἐξ ὧν ἐκεῖνος κατέλιπε γιγνομένων τῶν εἰς αὐτὸν ἀναλωμάτων.