Ancient Greek · ~1 min
Section 27
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 27
Not analysed yet
ἀλλʼ οὕτω τῇ τοῦ πράγματος ἀληθείᾳ κατεπέπληκτο, ὥστʼ οὐδʼ ἐπὶ τοῦ σήματος ἐμοῦ ποιουμένου λόγους, καὶ κατηγοροῦντος Διοκλέους ὅτι τὰ χρήματα ἀποστερῶν τοῦτόν μοι πέπεικεν ἀμφισβητεῖν, οὐκ ἐτόλμησε γρῦξαι τὸ παράπαν οὐδὲν οὐδʼ εἰπεῖν ἃ νῦν τολμᾷ λέγειν. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.