Ancient Greek · ~2 min
Section 30
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 30
Not analysed yet
φέρε δή, καὶ ὡς προσήκει ἐμοὶ μᾶλλον ἢ τούτῳ τῶν Κίρωνος χρημάτων, νῦν ἤδη τοῦτο ἐπιδείξω. καὶ νομίζω μὲν ἁπλῶς καὶ ὑμῖν ἤδη εἶναι φανερὸν ὅτι οὐκ ἐγγυτέρω ταῖς ἀγχιστείαις εἰσὶν οἱ μετʼ ἐκείνου φύντες ἢ οἱ ἐξ ἐκείνου γεγονότες (πῶς γάρ; οἱ μὲν γὰρ ὀνομάζονται συγγενεῖς, οἱ δʼ ἔκγονοι τοῦ τελευτήσαντος)· οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ οὕτως ἐχόντων τολμῶσιν ἀμφισβητεῖν, καὶ ἐξ αὐτῶν τῶν νόμων ἀκριβέστερον διδάξομεν.