Ancient Greek · ~2 min
Section 37
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 37
Not analysed yet
τά τε οὖν χρέα πάντα, ὅσα ὠφείλετο αὐτῷ, καὶ 〈τοὺς〉 τόκους ἔπειθε 〈πράξασθαι〉 τά τε φανερὰ διʼ αὑτοῦ ποιεῖσθαι, παράγων ἄνδρα πρεσβύτερον θεραπείαις καὶ κολακείαις, ἕως ἅπαντα τὰ ἐκείνου περιέλαβεν. εἰδὼς δὲ ὅτι πάντων ἐγὼ τούτων κατὰ τὸ προσῆκον εἶναι κύριος ζητήσω, ὁπότε ὁ πάππος τελευτήσειεν, εἰσιέναι μέν με καὶ θεραπεύειν ἐκεῖνον καὶ συνδιατρίβειν οὐκ ἐκώλυε, δεδιὼς μὴ τραχυνθεὶς εἰς ὀργὴν κατασταίη πρὸς αὑτόν, παρεσκεύαζε δέ μοι τὸν ἀμφισβητήσοντα τῆς οὐσίας, μέρος πολλοστὸν τούτῳ μεταδιδοὺς εἰ κατορθώσειεν, αὑτῷ δὲ ταῦτα πάντα περιποιῶν, καὶ οὐδὲ πρὸς τοῦτον ὁμολογῶν τὸν πάππον χρήματα καταλείπειν, ἀλλʼ εἶναι φάσκων οὐδέν.