Ancient Greek · ~2 min
Section 4
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 4
Not analysed yet
δεῖ δὴ τούτων τοιαῦτα μηχανωμένων πάνθʼ ὑμᾶς τὰ πεπραγμένα μαθεῖν, ἵνα μηδὲν ἀγνοήσαντες τῶν γεγενημένων ἀλλὰ σαφῶς εἰδότες περὶ αὐτῶν, οὕτως ἐνέγκητε τὴν ψῆφον. εἴ τινι οὖν καὶ ἄλλῃ πώποτε δίκῃ προσέσχετε ἀκριβῶς τὸν νοῦν, δέομαι ὑμῶν καὶ ταύτῃ προσέχειν ὁμοίως, ὥσπερ καὶ τὸ δίκαιόν ἐστι. πολλῶν δὲ δικῶν ἐν τῇ πόλει γενομένων, οὐδένες ἀναιδέστερον τούτων οὐδὲ καταφανέστερον ἀντιποιησάμενοι φανήσονται τῶν ἀλλοτρίων.