Ancient Greek · ~1 min
Section 46
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 46
Not analysed yet
μνησθέντες οὖν καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, καὶ τῶν λόγων οὓς εἰρήκαμεν, καὶ τῶν νόμων, ᾗ δίκαιόν ἐστι, ταύτῃ τὴν ψῆφον τίθεσθε. οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. λαβὲ δʼ αὐτοῖς τὴν μαρτυρίαν τὴν λοιπήν, ὡς ἐλήφθη μοιχός, καὶ ἀνάγνωθι. 〈Μαρτυρία〉