Ancient Greek · ~1 min
Section 31
Isaeus, Περὶ τοῦ Κλεωνύμου κλήρου 31
Not analysed yet
καὶ ἐξ ὧν μὲν αὐτῷ πρὸς τούτους ἐγένετο ἡ διαφορά, περίεργόν ἐστι λέγειν· σημεῖα δʼ ὑμῖν ἐρῶ μεγάλα, περὶ ὧν καὶ μάρτυρας ἕξω παρασχέσθαι. πρῶτον μὲν γὰρ θύων τῷ Διονύσῳ, καὶ τοὺς οἰκείους ἅπαντας καλέσας καὶ τῶν ἄλλων πολιτῶν πολλούς, Φερένικον οὐδαμοῦ παρεστήσατο. ἔπειτα μικρὸν πρὶν τελευτῆσαι βαδίζων εἰς Πάνορμον μετὰ Σίμωνος, καὶ συντυχὼν αὐτῷ, προσειπεῖν οὐκ ἐτόλμησεν.