Ancient Greek · ~1 min
Section 44
Isaeus, Περὶ τοῦ Κλεωνύμου κλήρου 44
Not analysed yet
οἶμαι δʼ ὑμᾶς καὶ λαμβάνειν παρὰ τούτων ἀξιοῦν καὶ μὴ τυγχάνοντας ἀγανακτεῖν, οἷς ἂν ὑπάρχῃ καὶ παρʼ ὑμῶν τῶν αὐτῶν τυχεῖν. εἰ τοίνυν συνέβη Κλεωνύμῳ μὲν ζῆν, ἐξερημωθῆναι δὲ τὸν ἡμέτερον οἶκον ἢ τὸν τούτων, σκέψασθε ποτέρων ἐκεῖνος ἐγίγνετο κληρονόμος· δίκαιον γάρ ἐστι τούτους ἔχειν τὰ ἐκείνου, παρʼ ὧν ὠφείλετο καὶ λαβεῖν αὐτῷ.