Ancient Greek · ~2 min
Section 16
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 16
Not analysed yet
ἀμφοῖν δὲ τοῖν διαθήκαιν ἀκύροιν γιγνομέναιν, καὶ ἑτέρας μηδεμιᾶς ὁμολογουμένης εἶναι, κατὰ δόσιν μὲν οὐδενὶ προσῆκε τοῦ κλήρου, κατʼ ἀγχιστείαν δὲ ταῖς Δικαιογένους τοῦ ἀποθανόντος ἀδελφαῖς, ὧν εἰσιν αἱ ἡμέτεραι μητέρες. διὰ δὲ ταῦτα ἔδοξέ τε ἡμῖν λαχεῖν τοῦ κλήρου κατʼ ἀγχιστείαν, καὶ ἐλάχομεν τοῦ μέρους ἕκαστος. μελλόντων δʼ ἡμῶν ἀντόμνυσθαι διεμαρτύρησε Λεωχάρης οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ἡμῖν.