Ancient Greek · ~1 min
Section 2
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 2
Not analysed yet
καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν. Ἀντωμοσία ὡς τοίνυν ἀληθῆ ἀντωμόσαμεν, Κηφισόδοτος οὑτοσὶ οἶδε, καὶ μάρτυρας ὑμῖν παρεξόμεθα πρῶτον μὲν ὡς ἀπέστη Δικαιογένης ἡμῖν τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, εἶτα ὡς ἠγγυήσατο Λεωχάρης. καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν.