Ancient Greek · ~2 min
Section 22
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 22
Not analysed yet
διὰ ταῦτα γὰρ καὶ τοὺς ἐγγυητὰς παρʼ αὐτοῦ ἐλάβομεν, οὐ πιστεύοντες αὐτῷ ἃ ὡμολόγησε ποιήσειν. πλὴν γὰρ δυοῖν οἰκιδίοιν ἔξω τείχους καὶ ἐν Πεδίῳ ἑξήκοντα πλέθρων οὐδὲν κεκομίσμεθα, ἀλλʼ οἱ παρὰ τούτου θέμενοι καὶ πριάμενοι. ἡμεῖς δʼ οὐκ ἐξάγομεν· δέδιμεν γὰρ μὴ ὄφλωμεν δίκας. καὶ γὰρ Μικίωνα, κελεύοντος Δικαιογένους καὶ φάσκοντος 〈οὐ〉 βεβαιώσειν, ἐξάγοντες ἐκ τοῦ βαλανείου ὤφλομεν τετταράκοντα μνᾶς διὰ Δικαιογένην, ὦ ἄνδρες.