Ancient Greek · ~1 min
Section 27
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 27
Not analysed yet
ἐπεὶ δʼ οὖν ἀπέστη Δικαιογένης ταῖς γυναιξὶ τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, ἠξίου ὁ Λεωχάρης τὸν Πρωταρχίδην παραδιδόναι αὑτῷ τὴν συνοικίαν ἣν εἶχεν ἀντὶ τῆς προικός, ὡς ὄντι ἐγγυητῇ αὑτῷ, τὸ δὲ μέρος ὑπὲρ τῆς γυναικὸς τοῦ κλήρου παρʼ αὑτοῦ κομίζεσθαι. παραλαβὼν δὲ τὴν συνοικίαν τὸ μέρος οὐ παρέδωκε. καὶ τούτων ὑμῖν μάρτυρα τὸν Πρωταρχίδην παρέξομαι.