Ancient Greek · ~2 min
Section 4
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 4
Not analysed yet
〈Ἀπογραφή〉 ταῦτα εἰ μὲν μή φασι Δικαιογένην τὸν ἡμέτερον θεῖον ζῶντα κεκτῆσθαι καὶ ἀποθνήσκοντα ἡμῖν δοῦναι, ἀποδειξάτωσαν· εἰ δὲ καὶ ἐκεῖνον καταλιπεῖν καὶ ἡμᾶς κεκομίσθαι, μαρτυρησάτω τις αὐτοῖς. ὅτι μὲν γὰρ Δικαιογένης ὡμολόγει παραδώσειν ἡμῖν ὧν κατέλιπεν ὁ Μενεξένου τὰ δύο μέρη, ἡμεῖς μάρτυρας παρεχόμεθα, καὶ ὅτι Λεωχάρης ἠγγυήσατο αὐτὸν ταῦτα ποιήσειν· καὶ γὰρ δικαζόμεθα διὰ τοῦτο, καὶ ταῦτα ἀντωμόσαμεν. καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν.