Ancient Greek · ~1 min
Section 40
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 40
Not analysed yet
τῶν δʼ ἐπιτηδείων Μέλανα μὲν τὸν Αἰγύπτιον, ᾧ ἐκ μειρακίου φίλος ἦν, ὅπερ ἔλαβε παρʼ αὐτοῦ ἀργύριον ἀποστερήσας, ἔχθιστός ἐστι· τῶν δὲ ἄλλων αὐτοῦ φίλων οἱ μὲν οὐκ ἀπέλαβον ἃ ἐδάνεισαν, οἱ δʼ ἐξηπατήθησαν, καὶ οὐκ ἔλαβον ἃ ὑπέσετο αὐτοῖς, εἰ ἐπιδικάσαιτο τοῦ κλήρου, δώσειν.