Ancient Greek · ~1 min
Section 44
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 44
Not analysed yet
ἀλλʼ οὐδὲ τὰ ἀναθήματα, ἃ Μενέξενος τριῶν ταλάντων ποιησάμενος ἀπέθανε πρὶν ἀναθεῖναι, εἰς πόλιν κεκόμικας, ἀλλʼ ἐν τοῖς λιθουργείοις ἔτι καλινδεῖται, καὶ αὐτὸς μὲν ἠξίους κεκτῆσθαι ἅ σοι οὐδὲν προσῆκε χρήματα, τοῖς δὲ θεοῖς οὐκ ἀπέδωκας ἃ ἐκείνων ἐγίγνετο ἀγάλματα.