Ancient Greek · ~2 min
Section 7
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 7
Not analysed yet
〈Μάρτυρες〉 ἐπειδὴ δὲ ἐνείμαντο τὸν κλῆρον, ὀμόσαντες μὴ παραβήσεσθαι τὰ ὡμολογημένα, ἐκέκτητο ἕκαστος δώδεκα ἔτη ἃ ἔλαχε· καὶ ἐν τοσούτῳ χρόνῳ οὐσῶν δικῶν οὐδεὶς αὐτῶν ἠξίωσε τὰ πεπραγμένα εἰπεῖν ἀδίκως πεπρᾶχθαι, πρὶν δυστυχησάσης τῆς πόλεως καὶ στάσεως γενομένης Δικαιογένης οὑτοσὶ πεισθεὶς ὑπὸ Μέλανος τοῦ Αἰγυπτίου, ᾧ περ καὶ τἆλλα ἐπείθετο, ἠμφισβήτει ἡμῖν ἅπαντος τοῦ κλήρου, φάσκων ἐφʼ ὅλῃ ποιηθῆναι ὑὸς ὑπὸ τοῦ θείου τοῦ ἡμετέρου.