Ancient Greek · ~3 min
Section 0
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 0
Not analysed yet
Ὑπόθεσις Ἁγνίας τις εἶχεν ἀνεψιοὺς πολλούς, Θεόπομπον καὶ τὸν ἀδελφὸν αὐτοῦ Στρατοκλέα καὶ Στρατίον καὶ Εὐβουλίδην. οὗτος μέλλων τελευτᾶν ἐποιήσατο θετὴν ἑαυτῷ θυγατέρα, κελεύσας ἐν ταῖς διαθήκαις, εἴ τι πάθοι ἡ θυγάτηρ, ἔρχεσθαι τὸν κλῆρον εἰς Γλαύκωνα, ἀδελφὸν αὐτοῦ τυγχάνοντα ὁμομήτριον. ἐπὶ τούτοις αὐτοῦ τελευτήσαντος ἡ θυγάτηρ λαβοῦσα τὸν κλῆρον ἐτελεύτησεν. ἀποθανόντος δὲ καὶ Εὐβουλίδου ἡ θυγάτηρ αὐτοῦ, τοῦ Εὐβουλίδου, δικασαμένη πρὸς Γλαύκωνα ἔλαβε τὴν οὐσίαν. μετὰ ταῦτα τελευτησάντων καὶ τῶν περὶ τὸν Στρατοκλέα καὶ Στρατίον Θεόπομπος μόνος ἐδικάσατο πρὸς αὐτήν, καὶ ἔλαβε τὸν κλῆρον. πρὸς τοῦτον ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, Στρατοκλέους, δικάζεται [πρὸς αὐτὸν] διʼ ἐπιτρόπου τινὸς [υἱός], φάσκων ἐξ ἴσου τὰ τῆς κληρονομίας ἁρμόζειν τῷ τε Θεοπόμπῳ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ αὐτοῦ. ἡ στάσις πραγματική.