Ancient Greek · ~1 min
Section 14
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 14
Not analysed yet
καὶ περὶ μὲν τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς χρημάτων μηδʼ αἰτιᾶσθαί με, μηδʼ ὥς τι εἴληφα ἔχειν εἰπεῖν (ἐφʼ οἷς, εἴ τι αὐτῶν κακῶς διῴκουν ὥσπερ οὗτος, κρίνεσθαι μοι προσῆκεν), ἃ δʼ ὑμεῖς ἐμὰ εἶναι ἐψηφίσασθε, τῷ βουλομένῳ δόντες ἐξουσίαν ἀμφισβητεῖν αὐτῶν, ἐπὶ τούτοις ἐμοὶ τοιούτους ἀγῶνας παρασκευάζειν καὶ εἰς τοῦτο ἀναισχυντίας ἥκειν;