Ancient Greek · ~2 min
Section 19
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 19
Not analysed yet
καίτοι εἰ τὰς μὲν νενίκηκα τοῦτον τὸν τρόπον, ἐπιδείξας μηδὲν Ἁγνίᾳ κατʼ ἀγχιστείαν προσηκούσας, οὗτος δὲ μὴ ἐτόλμησεν ἀντιδικῆσαι τῷ παιδὶ τοῦ ἡμικληρίου πρὸς ἡμᾶς, οἱ δὲ Στρατίου παῖδες οἱ ταὐτὸν τούτῳ προσήκοντες μηδὲ νῦν ἀξιοῦσιν ἀντιδικῆσαι πρὸς ἐμὲ περὶ αὐτῶν, ἔχω δʼ ἐγὼ τὸν κλῆρον ἐπιδικασάμενος παρʼ ὑμῖν, ἐξελέγχω δὲ τοῦτον μηδέπω καὶ τήμερον ἔχοντʼ εἰπεῖν ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει κατʼ ἀγχιστείαν, τί ἔτι δεῖ μαθεῖν ὑμᾶς ἢ 〈τί〉 ποθεῖτε ἀκοῦσαι περὶ τούτων; ἐγὼ μὲν γὰρ ὡς εὖ φρονοῦσιν ὑμῖν ἱκανὰ τὰ εἰρημένα νομίζω.