Ancient Greek · ~2 min
Section 21
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 21
Not analysed yet
τῇ μὲν γὰρ Εὐβουλίδου θυγατρὶ καὶ τῇ Ἁγνίου μητρὶ πρὸς ἡμᾶς ἀγωνιζομέναις, μὴ κατὰ ταὐτὸ ἀμφισβητούσαις, ἐνῆν ποιήσασθαι συνθήκας, ἂν ἡ ἑτέρα νικᾷ, μετεῖναί τι καὶ τῇ ἡττηθείσῃ· καδίσκος γὰρ ἔμελλεν ἑκατέρᾳ τεθήσεσθαι. τὸ δʼ ἡμέτερον οὐ τοιοῦτον ἦν, ἀλλʼ ἓν τὸ γένος, δύο δὲ λήξεις, ἡμικληρίου ἑκατέρῳ· τοῖς δὲ κατὰ ταὐτὰ ἀμφισβητοῦσιν εἷς τίθεται καδίσκος, οὗ οὐκ ἂν ἦν τὸν μὲν ἡττᾶσθαι τὸν δὲ νικᾶν, ἀλλʼ ὁμοίως ἀμφοτέροις ἦν ὁ αὐτὸς κίνδυνος, ὥστʼ οὐκ ἐνῆν κοινωνίαν οὐδὲ διομολογίαν ποιήσασθαι περὶ αὐτῶν.