Ancient Greek · ~1 min
Section 26
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 26
Not analysed yet
ἀλλὰ μὴν εἰ μήτε κοινώσασθαι τὸ πρᾶγμα ἐνῆν, ὅτʼ ἔζη Στρατοκλῆς, μήτε ὁ πατὴρ αὐτῷ κατέλιπεν ἐπιδικασάμενος τούτων μηδέν, μήτε εἰκὸς ἦν μεταδώσειν ἐμὲ τὸ ἡμικλήριον ὁμολογῆσαι αὐτῷ, ἀπέδοτε 〈δʼ〉 ὑμεῖς ἐπιδικάσαντές μοι τοῦτον τὸν κλῆρον, οἱ δὲ μήτε ἔλαχον τότε αὐτῶν μήτʼ ἀμφισβητῆσαι πώποτʼ ἠξίωσαν, πῶς χρὴ πιστοὺς εἶναι νομίζειν τοὺς τούτων λόγους; ἐγὼ μὲν οἴομαι οὐδαμῶς.