Ancient Greek · ~2 min
Section 28
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 28
Not analysed yet
οὔτε γὰρ ἂν νόμον δείξειεν ὃς κωλύει τοῦτον ὑπὲρ τοῦ παιδὸς δίκην παρʼ ἐμοῦ λαμβάνειν· οὐ γάρ ἐστιν ἐναντιούμενος οὐδείς, ἀλλʼ ὥσπερ καὶ γραφὰς κατʼ ἐμοῦ δέδωκεν, οὕτω καὶ δίκας ἐμοὶ εἶναι καὶ τῷ παιδὶ πεποίηκεν· οὔτʼ αὖ διὰ ταῦτα ἐκείνοις τοῖς ἔχουσι τοῦ κλήρου οὐκ ἐλάγχανον, ὡς ἐμοῦ μεταδώσειν ὁμολογήσαντος, ἀλλʼ ὅτι οὐδʼ ὁτιοῦν αὐτοῖς τούτων τῶν χρημάτων προσῆκεν.