Ancient Greek · ~2 min
Section 34
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 34
Not analysed yet
εἰ δὲ μήτε πρὸς ἐμὲ μήτε κατʼ ἐμοῦ δίκην εἶναί φησι τῷ παιδί, τὸν κωλύοντα νόμον εἰπάτω, κἂν ἔχῃ δεῖξαι, λαβέτω καὶ οὕτω τὸ μέρος τῶν χρημάτων. εἰ δʼ αὖ αὖ μήτʼ ἐπιδικάσασθαί φησι δεῖν τοῦ ἡμικληρίου μήτʼ ἐμοὶ δικάσασθαι, ἀλλʼ ἤδη εἶναι ταῦτα τοῦ παιδός, ἀπογραψάσθω πρὸς τὸν ἄρχοντα εἰς τὴν μίσθωσιν τῶν ἐκείνου χρημάτων, ἣν ὁ μισθωσάμενος εἰσπράξει με ταῦτα ὡς ὄντα τοῦ παιδός.