Ancient Greek · ~2 min
Section 43
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 43
Not analysed yet
πρόσοδος μὲν αὕτη δύο καὶ εἴκοσι μναῖ καὶ πρός· χωρὶς δὲ τούτων κατέλιπεν ἔπιπλα, πρόβατα, κριθάς, οἶνον, ὀπώρας, ἐξ ὧν ἐνεπόλησαν τετρακισχιλίας ἐννακοσίας· ἔτι δὲ ἔνδον ἐννακοσίας δραχμάς. πρὸς δὲ τούτοις ἐξ ἐράνων ὀφλήματα εἰσπεπραγμένα, μικροῦ δεούσας χιλίας δραχμάς, μαρτύρων ἐναντίον ἡ μήτηρ αὐτοῦ, τοῦ παιδός, ἀπεγράψατο. καὶ οὔπω λέγω περὶ τῶν ἄλλων, ἃ κατελείφθη μὲν οὗτοι δʼ οὐκ ἀποφαίνουσιν, ἀλλὰ τὰ φανερὰ καὶ τὰ ὑπὸ τούτων ὁμολογούμενα. κάλει δέ μοι τῶν εἰρημένων τοὺς μάρτυρας.