Ancient Greek · ~2 min
Section 47
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 47
Not analysed yet
Μαρτυρίαι ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλʼ οὐ τηλικαῦτα ὥστε 〈ἐμοὶ〉 μηδεμίαν γενέσθαι παρὰ τοὺς Στρατοκλέους παῖδας; 〈οὐκοῦν〉 οὐκ ἄξιον τοῖς τούτου λόγοις πιστεύειν, ὃς τοσαύτης οὐσίας καταλελειμμένης ἐτόλμησεν ἐπὶ διαβολῇ ψεύσασθαι κατʼ ἐμοῦ τηλικαῦτα τὸ μέγεθος. καταλογίζεται τοίνυν ὡς ἐγὼ τρεῖς κλήρους εἰληφὼς καὶ πολλῶν χρημάτων εὐπορῶν ἀφανίζω τὴν οὐσίαν, ἵνʼ ὡς ἐλάχισθʼ ὑμεῖς αὐτῶν ἀπολαύητε. τοῖς γὰρ μηδὲν δίκαιον ἔχουσι περὶ τῶν πραγμάτων λέγειν ἀνάγκη πορίζεσθαι τοιούτους λόγους, ἐξ ὧν [ἂν] διαβάλλοντες πλέον ἔχειν δυνήσονται τῶν ἀντιδίκων.