Ancient Greek · ~3 min
Section 5
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 5
Not analysed yet
Νόμοι ἐπίσχες. ἐρωτήσω σέ. ἀδελφός ἐσθʼ ὁ παῖς Ἁγνίου 〈ἢ〉 ἀδελφιδοῦς ἐξ ἀδελφοῦ ἢ ἐξ ἀδελφῆς γεγονώς, ἢ ἀνεψιός, ἢ ἐξ ἀνεψιοῦ πρὸς μητρὸς ἢ πρὸς πατρός; τί τούτων τῶν ὀνομάτων, οἷς ὁ νόμος τὴν ἀγχιστείαν δίδωσι; καὶ ὅπως μὴ ἐκεῖνο ἐρεῖς, ὅτι ἐμὸς ἀδελφιδοῦς. οὐ γὰρ περὶ τοῦ ἐμοῦ κλήρου νῦν ὁ λόγος ἐστί· ζῶ γάρ. εἰ δʼ ἦν ἄπαις ἐγὼ τετελευτηκὼς καὶ ἠμφισβήτει τῶν ἐμῶν, τοῦτο ἂν προσῆκεν ἀποκρίνασθαι ἐρωτωμένῳ. νῦν δὲ φῂς τῶν Ἁγνίου χρημάτων τὸ ἡμικλήριον εἶναι τοῦ παιδός· δεῖ δή σε τῆς ἀγχιστείας, ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει, τὸ γένος εἰπεῖν. φράσον οὖν τουτοισί.