Ancient Greek · ~2 min
Section 12
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 12
Not analysed yet
καὶ ὁ ἀδελφὸς ἀκούσας ταῦτα [ἐπειδὴ προετίμησεν αὐτοὺς πάντων], ἐπῄνεσέ τε τοὺς λόγους αὐτοῦ, καὶ εἶπεν ὅτι δέοιτο ἥ τε ἡλικία καὶ ἡ παροῦσα ἐρημία ἐκείνου τοῦ θεραπεύσοντος αὐτὸν καὶ ἐπιδημήσοντος· “ἐμοὶ μὲν οὖν” ἔφη “συμβαίνει ἀποδημία, ὡς σὺ οἶσθα· ὁ δὲ ἀδελφὸς οὑτοσί” ἐμὲ λέγων “τῶν τε σῶν ἐπιμελήσεται καὶ τῶν ἐμῶν, ἐὰν βούλῃ τοῦτον ποιήσασθαι.” καὶ ὁ Μενεκλῆς καλῶς ἔφη αὐτὸν λέγειν, καὶ ἐκ τοῦ τρόπου τούτου ποιεῖταί με.