Ancient Greek · ~1 min
Section 14
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 14
Not analysed yet
διδόντων οὖν τῶν νόμων αὐτῷ ποιεῖσθαι διὰ τὸ εἶναι ἄπαιδα, ἐμὲ ποιεῖται, οὐκ ἐν διαθήκαις, ὦ ἄνδρες, γράψας, μέλλων ἀποθνήσκειν, ὥσπερ ἄλλοι τινὲς τῶν πολιτῶν, οὐδʼ ἀσθενῶν· ἀλλʼ ὑγιαίνων, εὖ φρονῶν, εὖ νοῶν, ποιησάμενος εἰσάγει με εἰς τοὺς φράτορας παρόντων τούτων, καὶ εἰς τοὺς δημότας με ἐγγράφει καὶ εἰς τοὺς ὀργεῶνας.