Ancient Greek · ~1 min
Section 2
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 2
Not analysed yet
διδάξω οὖν ὑμᾶς ἐξ ἀρχῆς ὡς προσηκόντως τε καὶ κατὰ τοὺς νόμους ἐγένετο ἡ ποίησις, καὶ οὐκ ἔστιν ἐπίδικος ὁ κλῆρος ὁ Μενεκλέους ὄντος ἐμοῦ ὑοῦ ἐκείνου, ἀλλʼ ὁ μάρτυς διεμαρτύρησε τἀληθῆ. δέομαι δʼ ὑμῶν ἁπάντων καὶ ἀντιβολῶ καὶ ἱκετεύω μετʼ εὐνοίας ἀποδέχεσθαί μου τοὺς λόγους.