Ancient Greek · ~1 min
Section 39
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 39
Not analysed yet
καίτοι εἴ γε μὴ κατὰ τοὺς νόμους ἐγεγένητο ἡ ποίησις, μηδὲ κληρονόμος ἦν ἐγὼ τῶν Μενεκλέους ὑπʼ αὐτῶν τούτων δεδοκιμασμένος, τί ἔδει αὐτοὺς ὀμνύναι ἐμοὶ ἢ παρʼ ἐμοῦ λαμβάνειν ὅρκους; οὐδὲν δήπου. οὐκοῦν ὁπότε ἐποίησαν ταῦτα, φαίνονται αὐτοὶ οὗτοι ἐμοὶ μαρτυροῦντες ὅτι κατὰ τοὺς νόμους ἐποιήθην [ἡ ποίησις] καὶ δικαίως εἰμὶ κληρονόμος τῶν Μενεκλέους.