Ancient Greek · ~2 min
Section 14
Isaeus, Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος) 14
Not analysed yet
ὁπότε δὲ καὶ τοὺς ὁμολογουμένως παραγενομένους οἷόν τʼ ἐστὶν ἐξαπατῆσαι, πῶς οὐκ ἂν ὑμᾶς γε τοὺς μηδὲν τοῦ πράγματος εἰδότας πολὺ [μᾶλλον] ἑτοιμότερόν τις παρακρούσασθαι ἐγχειρήσειεν; ἀλλὰ μὴν καὶ ὁ νόμος, ὦ ἄνδρες, οὐκ ἐάν τις διαθῆται μόνον, κυρίας εἶναι κελεύει τὰς διαθήκας, ἀλλὰ ἐὰν εὖ φρονῶν. σκεπτέον δὴ ὑμῖν πρῶτον μὲν εἰ ἐποιήσατο τὰς διαθήκας, ἔπειτα εἰ μὴ παρανοῶν διέθετο.