Ancient Greek · ~1 min
Section 2
Isaeus, Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος) 2
Not analysed yet
πρῶτον μὲν οὖν, ὦ ἄνδρες, περὶ τῆς τῶν ὀνομάτων ἐπιγραφῆς ἄξιόν ἐστιν ἐξετάσαι, καὶ σκέψασθαι ὁπότεροι ἁπλούστερον καὶ κατὰ φύσιν μᾶλλον τὰς λήξεις ἐποιήσαντο. Ἅγνων μὲν γὰρ οὑτοσὶ καὶ Ἁγνόθεος Θρασυμάχου ἐπεγράψαντο τὸν Νικόστρατον, καὶ ἑαυτοὺς ἐκείνῳ ἀνεψιοὺς ἀποφαίνουσι, καὶ τούτων μάρτυρας παρέχονται·