Ancient Greek · ~1 min
Section 28
Isaeus, Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος) 28
Not analysed yet
ὥστε πολὺ μᾶλλον τούτους προσήκει κατὰ δόσιν τῶν χρημάτων τῶν Νικοστράτου ἢ Χαριάδην ἀμφισβητεῖν. οὗτος γάρ, ὅτʼ ἐπεδήμει ἐνθάδε, πρῶτον μὲν εἰς τὸ δεσμωτήριον ὡς κλέπτης ὢν ἐπʼ αὐτοφώρῳ ἀπήχθη, τότε δὲ ἀφεθεὶς μεθʼ ἑτέρων τινῶν ὑπὸ τῶν ἕνδεκα, οὓς δημοσίᾳ ἅπαντας ὑμεῖς ἀπεκτείνατε, πάλιν ἀπογραφεὶς εἰς τὴν βουλὴν κακουργῶν, ὑποχωρῶν ᾤχετο καὶ οὐχ ὑπήκουσεν,