Ancient Greek · ~1 min
Section 8
Isaeus, Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος) 8
Not analysed yet
Δημοσθένης μέν γε ἀδελφιδοῦς ἔφη αὐτῷ εἶναι, ἐπειδὴ δʼ ἐξηλέγχθη ὑπὸ τούτων, ἀπέστη· Τήλεφος δὲ δοῦναι αὑτῷ Νικόστρατον ἅπαντα τὰ ἑαυτοῦ. καὶ οὗτος οὐ πολλῷ ὕστερον ἐπαύσατο. Ἀμεινιάδης δὲ ὑὸν αὐτῷ πρὸς τὸν ἄρχοντα ἧκεν ἄγων οὐδὲ τριετῆ γεγονότα, καὶ ταῦτʼ οὐκ ἐπιδεδημηκότος τοῦ Νικοστράτου ἕνδεκα ἐτῶν Ἀθήνησι.