Ancient Greek · ~1 min
Section 15
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 15
Not analysed yet
οὕτω δʼ ἐπείσθη ταῦτα ποιῆσαι διὰ ταχέων, ὥστʼ εὐθέως με λαβὼν ᾤχετʼ ἔχων πρὸς αὑτὸν καὶ πάντα τὰ αὑτοῦ διοικεῖν παρέδωκεν, ὡς αὐτὸς μὲν οὐδὲν ἂν ἔτι πρᾶξαι τούτων δυνηθείς, ἐμοῦ δὲ ταῦτα πάντα οἵου τε ἐσομένου ποιεῖν. καὶ ἐπειδὴ Θαργήλια ἦν, ἤγαγέ με ἐπὶ τοὺς βωμοὺς εἰς τοὺς γεννήτας τε καὶ φράτορας.