Ancient Greek · ~1 min
Section 18
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 18
Not analysed yet
Μαρτυρίαι οἶμαι τοίνυν, ὦ ἄνδρες, μᾶλλον ἂν ὑμᾶς τοῖς μεμαρτυρηκόσι πιστεύειν, εἰ καὶ τινες τῶν ὁμοίως προσηκόντων ἔργοις φανερῶς μεμαρτυρήκασιν ὡς ἐκεῖνος ταῦτα ὀρθῶς καὶ κατὰ τοὺς νόμους ἔπραξε. κατέλιπε γὰρ Εὔπολις θυγατέρας δύο, ταύτην τε ἣ νῦν ἀμφισβητεῖ καὶ Προνάπει συνοικεῖ, καὶ ἄλλην ἣν ἔσχεν Αἰσχίνης ὁ Λουσιεύς, ἣ τετελεύτηκεν ὑὸν ἄνδρα ἤδη καταλιποῦσα, Θρασύβουλον.