Ancient Greek · ~1 min
Section 25
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 25
Not analysed yet
μητρὸς δʼ οὐδείς ἐστιν ἐκποίητος, ἀλλʼ ὁμοίως ὑπάρχει τὴν αὐτὴν εἶναι μητέρα, κἂν ἐν τῷ πατρῴῳ μένῃ τις οἴκῳ κἂν ἐκποιηθῇ. διὸ τῶν Ἀπολλοδώρου χρημάτων οὐκ ἀπεστερήθη τοῦ μέρους, ἀλλὰ μετειλήφει τὸ ἡμικλήριον, πρὸς ταύτην νειμάμενος. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.