Ancient Greek · ~1 min
Section 27
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 27
Not analysed yet
πρὶν γὰρ ἐμὲ ἥκειν ἐκ τῆς Πυθαίδος, ἔλεγε πρὸς τοὺς δημότας Ἀπολλόδωρος ὅτι πεποιημένος εἴη με ὑὸν καὶ ἐγγεγραφὼς εἰς τοὺς συγγενεῖς καὶ φράτορας, καὶ παραδεδώκοι τὴν οὐσίαν, καὶ διεκελεύεθʼ ὅπως, ἄν τι πάθῃ πρότερον, ἐγγράψουσί με εἰς τὸ ληξιαρχικὸν γραμματεῖον Θράσυλλον Ἀπολλοδώρου καὶ μὴ ὡς ἄλλως ποιήσουσι.