Ancient Greek · ~1 min
Section 35
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 35
Not analysed yet
καὶ μὴν οὐδὲ ἀλλότριον ἀλλʼ ὄντα ἀδελφιδοῦν, οὐδʼ αὖ μικρὰ πεπονθὼς ἀλλὰ μεγάλα ἀγαθὰ ὑφʼ ἡμῶν, οὐδʼ αὖ ἀφιλότιμον, ὃς τὰ ὄντα ἀφανιεῖν ἔμελλον ὥσπερ οὗτοι τὰ τοῦ κλήρου πεποιήκασιν, ἀλλὰ βουλησόμενον καὶ τριηραρχεῖν καὶ πολεμεῖν καὶ χορηγεῖν καὶ πάνθʼ ὑμῖν τὰ προσταττόμενα ποιεῖν, ὥσπερ κἀκεῖνος.